Isaiah 48

1Ἀκούσατε ταῦτα, οἶκος Ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης 2καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ Ισραηλ ἀντιστηριζόμενοι, κύριος σαβαωθ ὄνομα αὐτῷ. 3Τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν. 4γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. 5καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα· μὴ εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησαν, καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ Τὰ χωνευτὰ ἐνετείλατό μοι. 6ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, μέλλει γίνεσθαι, καὶ οὐκ εἶπας. 7νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς ὅτι Ναί, γινώσκω αὐτά. 8οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ' ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθηση 9ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοί, τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοι ἵνα μὴ ἐξολεθρεύσω σε. 10ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας· 11ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. 12Ἄκουέ μου, Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, 13καὶ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα 14καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. 15ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. 16προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ. 17οὕτως λέγει κύριος ῥυσάμενός σε ἅγιος Ισραηλ Ἐγώ εἰμι θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν πορεύσῃ ἐν αὐτῇ. 18καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς εἰρήνη σου καὶ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· 19καὶ ἐγένετο ἂν ὡς ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολεθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου. 20Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε Ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ. 21καὶ ἐὰν διψήσωσιν, δι' ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται λαός μου. 22οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει κύριος.
Copyright information for LXX